Ancient Greek · ~2 min
Chapter 132
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 132
Not analysed yet
Ἐν μιᾷ τῶν Αἰόλου προσαγορευομένων νήσων πλῆθός τί φασι γενέσθαι φοινίκων, ὅθεν καὶ Φοινικώδη καλεῖσθαι. Οὐκ ἂν οὖν εἴη τὸ λεγόμενον ὑπὸ Καλλισθένους ἀληθές, ὅτι ἀπὸ Φοινίκων τῆς Συρίας τῶν τὴν παραλίαν οἰκούντων τὸ φυτὸν ἔλαβε τὴν προσηγορίαν. Ἀλλὰ καὶ αὐτοὺς τοὺς Φοίνικας ὑπὸ τῶν Ἑλλήνων φασί τινες [φοίνικας] προσαγορευθῆναι διὰ τὸ πρώτους πλέοντας τὴν θάλασσαν, ᾗ ἂν ἀποβαίησαν, πάντας ἀποκτείνειν καὶ φονεύειν. Καὶ κατὰ γλῶσσαν δ’ ἐστὶ τὴν Περραιβῶν τὸ αἱμάξαι φοινίξαι.