Ancient Greek · ~1 min
Chapter 14
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 14.1
Not analysed yet
Φασὶ τοὺς πελεκᾶνας τὰς ἐν τοῖς ποταμοῖς γινομένας κόγχας ὀρύττοντας καταπίνειν, ἔπειτα ὅταν πλῆθος εἰσφρήσωσιν αὐτῶν, ἐξεμεῖν, εἶθ᾽ οὕτως τὰ μὲν κρέα ἐσθίειν τῶν κογχῶν, τῶν δ᾽ ὀστράκων μὴ ἅπτεσθαι.