Ancient Greek · ~1 min
Chapter 15
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 15.1
Not analysed yet
Ἐν Κυλλήνῃ φασὶ τῆς Ἀρκαδίας τοὺς κοσσύφους λευκοὺς γίνεσθαι, ἄλλοθι δ᾽ οὐδαμῇ, καὶ φωνὰς ποικίλας. προΐεσθαι, ἐκπορεύεσθαί τε πρὸς τὴν σελήνην. Τὴν δ᾽ ἡμέραν εἴ τις ἐπιχειροίη, σφόδρα δυσθηράτους εἶναι.