Ancient Greek · ~2 min
Chapter 141
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 141.1
Not analysed yet
Φασὶ τὸ Σκυθικὸν φάρμακον, ὦ ἀποβάπτουσι τοὺς ὀϊστούς, συντίθεσθαι ἐξ ἐχίδνης. Τηροῦσι δέ, ὡς ἔοικεν, οἱ Σκύθαι τὰς ἢδη ζῳοτοκούσας, καὶ λαβόντες αὐτὰς τήκουσιν ἡμέρας τινάς. Ὄταν δὲ ἱκανῶς αὐτοῖς δοκῇ σεσῆφθαι πᾶν, τὸ τοῦ ἀνθρώπου αἷμα εἰς χυτρίδιον ἐγχέοντες εἰς τὰς κοπρίας κατορύττουσι πωμάσαντες. Ὄταν δὲ καὶ τοῦτο σαπῇ, τὸ ὑφιστάμενον ἐπάνω τοῦ αἵματος, ὃ δή ἐστιν ὑδατῶδες, μιγνύουσι τῷ τῆς ἐχίδνης ἰχῶρι, καὶ οὕτω ποιοῦσι θανάσιμον.