Ancient Greek · ~1 min
Chapter 142
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 142.1
Not analysed yet
Ἐν Κουρίῳ τῆς Κύπρου ὄφεών τι γένος εἶναί φασιν, ὃ τὴν δύναμιν ὁμοίαν ἔχει τῇ ἐν Αἰγύπτῳ ἀσπίδι, πλὴν ὅτι τοῦ χειμῶνος ἐὰν δάκη, οὐδὲν ἐργάζεται, εἴτε δἰ ἄλλην τινὰ αἰτίαν, εἴτε διότι τὸ ζῷον δυσκίνητον γίνεται ὑπὸ τοῦ ψύχονς ἀποπηγνύμενον καὶ τελέως ἀδύνατον, ἐὰν μῆ θερμανθῇ.