Ancient Greek · ~2 min
Chapter 144
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 144.1
Not analysed yet
Ἐν Μυσίᾳ φασὶν ἄρκτων τι γένος εἶναι λευκόν, αἳ ὅταν κυνηγῶνται, ἀφιᾶσι τοιαύτην πνοὴν ὥστε τῶν κυνῶν τὰς σάρκας σήπειν, ὡσαύτως δὲ καὶ τῶν λοιπῶν θηρίων, ἀβρώτους τε ποιεῖν. Εὰν δέ τις καὶ βιάσηται καὶ ἐγγίση, ἀφιᾶσιν ἐκ τοῦ σπόματος φλέγμα πάμπολύ τι, ὡς ἔοικεν, ὃ προσφυσᾷ πρὸς τὰ πρόσωπα τῶν κυνῶν, ὡσαύτως δὲ καὶ τῶν ἀνθρώπων, ὥστε καὶ ἀποπνίγειν καὶ ἀποτυφλοῦν.