Ancient Greek · ~1 min
Chapter 145
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 145.1
Not analysed yet
Ἐν δὲ τῇ Αραβίᾳ ὑαινῶν τι γένος φασὶν εἶναι, ὃ ἐπειδὰν προΐδῃ τι θηρίον ἢ ἀνθρώπου ἐπιβῇ ἐπὶ τὴν σκιάν, ἀφωνίαν ἐργάζεται καὶ πῆξιν τοιαύτην ὥστε μὴ δύνασθαι κινεῖν τὸ σῶμα. Τοῦτο δὲ ποιεῖν καὶ ἐπὶ τῶν κυνῶν.