Ancient Greek · ~1 min
Chapter 147
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 147.1
Not analysed yet
Λέγεται καὶ τοὺς γῦπας ὑπὸ τῆς τῶν μύρων ὀσμῆς ἀποθνήσκειν, ἐάν τις αὐτοὺς χρίσῃ ἢ δῷ τι μεμυρισμένον φαγεῖν. Ὠσαύτως δὲ καὶ τούς κανθάρους ὑπὸ τῆς τῶν ῥόδων ὀσμῆς.