Ancient Greek · ~1 min
Chapter 146
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 146.1
Not analysed yet
Κατὰ δὲ Συρίαν εἶνα τί φασι ζῷον ὃ καλεῖται λεοντοφόνον· ἀποθνήσκει γὰρ ὁ λέων, ὡς ἔοικεν, ὅταν αὐτοῦ φάγῃ. Ἐκὼν μὲν οὖν τοῦτο οὐ ποιεῖ, ἀλλὰ φεύγει τὸ ζῷον· ὅταν δὲ συλλαβόντες αὠτὸ οἱ κυνηγέται καὶ ὀπτήσαντες ὥσπερ ἄλφιτα λευκὰ περιπάσσωσιν ἄλλῳ ζῴῳ, γευσάμενον ἀπόλλυσθαί φασι παραχρῆμα. Κακοῖ καὶ προσουροῦν τὸν λέοντα τοῦτο τὸ ζῷον.