Ancient Greek
Chapter 150
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 150.1
Not analysed yet
Περὶ δὲ τὸν Εὐφράτην καὶ τελείως φασὶ τοῦτο γίγνεσθαι. Πολλοὺς γὰρ φαίνεσθαι περὶ τὰ χείλη τοῦ ποταμοῦ καὶ διανέοντας ἐφ’ ἑκάτερα, ὥστε τῆς δείλης ἐνταῦθα θεωρουμένους ἄμα τῇ ἡμέρᾳ ἐπὶ θατέρου μέρους φαίνεσθαι, καὶ τούς ἀναπαυομένους τῶν μὲν Σύρων μὴ δάκνειν, τῶν δ’ Ἑλλήνων μὴ ἀπέχεσθαι.