Ancient Greek · ~2 min
Chapter 151
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 151.1
Not analysed yet
Ἐν Θεσσαλίᾳ φασὶ τὸν ἱερὸν καλούμενον ὄφιν πάντας ἀπολλύειν, οὐ μόνον ἐὰν δάκη, ἀλλὰ καὶ ἐἀν θίγῃ. Διὸ καὶ ὅταν φανῇ καὶ τὴν φωνὴν ἀκούσωσι (φαίνεται δὲ σπανίως), φεύγουσι καὶ οἱ ὄφεις καὶ οἱ ἔχεις καὶ τἆλλα πάντα θηρία. Τῷ δὲ μεγέθει οὐκ ἔστι μέγας ἀλλὰ μέτριος. Ἐν Τήνῳ δέ ποτέ φασιν αὐτὸν τῇ πόλει κατὰ Θετταλίαν ἀναιρεθῆναι ὑπὸ γυναικός, γενέσθαι δὲ τὸν θάνατον τοιόνδε.