Ancient Greek · ~2 min
Chapter 152
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 152.1
Not analysed yet
Λέγεται περὶ τὰ Τύανα ὓδωρ εἶναι ὁρκίου Διός (καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον), οὗ πηγὴ ἀναδίδοται πάνυ ψυχρά. παφλάζει δὲ ὥσπερ οἱ λέβητες. Τοῦτο εὐόρκοις μὲν ἡδύ τε καὶ ἳλεων, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη. Ἀποσκήπτει γὰρ καὶ εἰς ὀφθαλμοὺς καὶ εἰς χεῖρας καὶ ες πόδας, ἁλίσκονταί τε ὑδέροις καὶ φθόαις· καὶ οὐδὲ πρόσθεν ἀπελθεῖν δυνατόν, ἀλλ’ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι, ὁμολογοῦντες ἃ ἐπιώρκησαν.