Ancient Greek · ~2 min
151.2 to 151.3
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 151.2-3
Not analysed yet
Γυναῖκα κύκλον γράψασαν καὶ τὰ φάρμακα θεῖσαν εἰσβῆναι εἰς τὸν κύκλον, αὐτὴν καὶ τὸν υἱόν, εἶτα μιμεῖσθαι τὴν φωνὴν τοῦ θηρίου· τὸ δ’ ἀντᾴδειν καὶ προσιέναι. Ἅἰδόντος δὲ καταδαρθεῖν τὴν γυναῖκα, καὶ ἐγγυτέρω προσιόντος μᾶλλον, ὥστς μὴ δύνασθαι κρατεῖν τοῦ ὕπνου. Τὸν δ’ υἱὸν παρακαθήμενον ἐγείρειν τύπτοντα, κελευούσης ἐκείνης, καὶ λέγειν ὅτι ἐὰν μὲν καθυπνώσῃ, ἀπολεῖται καὶ αὐτὴ καὶ ἐκεῖνος, ἐὰν δὲ βιάσηται καὶ προσαγάγηται τὸ θηρίον, σωθήσονται. Ὥς δὲ προσῆλθεν ὁ ὄφις εἰς τὸν κύκλον, αὗον εὐθὺς γενέσθαι αὐτόν.