Ancient Greek · ~2 min
Chapter 164
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 164.1
Not analysed yet
Ὄθρυς ὂρος ἐστὶ Θετταλίας, ὃ φέρει ὄφεις τοὺς λεγομένους σῆπας, οἳ οὐκ ἔχουσι μίαν χροιάν, ἀλλ’ ἀεὶ ὁμοιοῦνται τῷ χώρῳ ἐν ὦ οἰκοῦσι. Τινὲς δὲ αὐτῶν ὅμοιον ἔχουσι τὸ χρῶμα τοῖς κόχλοις τῆς γῆς. Ἄλλοις δὲ χλοάζουσά ἐστιν ἡ φολίς. Ὄσοι δὲ αὐτῶν ἐν ψαμάθοις διατρίβουσι, ταύταις ἐξομοιοῦνται κατὰ τὸ χρῶμα. Δάκνοντες δὲ ἐμποιοῦσι δίψος. Ἔστι δὲ αὐτῶν τὸ δῆγμα οὗ τραχύ καὶ ἔμπυρον, ἀλλὰ κακόηθες.