Ancient Greek · ~1 min
Chapter 165
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 165.1
Not analysed yet
Τοῦ περκνοῦ ἔχεως τῆ ἐχίδνῃ συγγινομένου, ἡ ἔχιδνα ἐν τῇ συνουσίᾳ τὴν κεφαλὴν ἀποκόπτει. Διὰ τοῦτο καὶ τὰ τέκνα, ὥσπερ τὸν θάνατον τοῦ πατρὸς μετερχόμενα, τὴν γαστέρα τῆς μητρὸς διαρρήγνυσιν.