Ancient Greek · ~1 min
Chapter 166
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 166.1
Not analysed yet
Ἐν τῷ Νείλῳ ποταμῷ γεννᾶσθαι λίθον φασὶ κυάμῳ παρόμοιον, ὃν ἄν κύνες ἲδωσιν, οὐχ ὑλακτοῦσι. Συντελεῖ δὲ καὶ τοῖς δαίμονί τινι γενομένοις κατόχοις· ἃμα γὰρ τῷ προστεθῆναι ταῖς ῥισὶν ἀπέρχεται τὸ δαιμόνιον.