Ancient Greek · ~2 min
Chapter 30
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 30
Not analysed yet
Ἐν δὲ Σκύθαις τοῖς καλουμένοις Γελωνοῖς φασὶ θηρίον τι γίνεσθαι, σπάνιον μὲν ὑπερβολῇ, ὃ ὀνομάζεται τάρανδος· λέγεται δὲ τοῦτο μεταβάλλειν τὰς χρόας τῆς τριχὸς καθ᾽ ὃν ἂν καὶ τόπον ᾖ. Διὰ δὲ τοῦτο εἶναι δυσθήρατον [καὶ διὰ τὴν μεταβολήν]· καὶ γὰρ δένδρεσι καὶ τόποις, καὶ ὅλως ἐν οἶς ἂν ᾖ, τοιοῦτον τῇ χροίᾳ γίνεσθαι. Θαυμασιώτατον δὲ τὸ τὴν τρίχα μεταβάλλειν· τὰ γὰρ λοιπὰ τὸν χρῶτα, οἶον ὅ τε χαμαιλέων καὶ ὁ πολύπους. Τὸ δὲ μέγεθος ὡσανεὶ βοῦς, Τοῦ δὲ προσώπου τὸν τύπον ὅμοιον ἔχει ἐλάφῳ.