Ancient Greek · ~1 min
Chapter 46
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 46.1
Not analysed yet
Φασὶ δὲ καὶ ἐν Βάκτροις τὸν ῏Ωξον ποταμὸν καταφέρειν βωλία χρυσίου πλήθει πολλά, καὶ ἐν Ἰβηρίᾳ δὲ τὸν καλούμενον Θεόδωρον ποταμὸν ἐκβράσσειν τε πολὺ περὶ τὰ χείλη χρυσίον, ὁμοίως δὲ καὶ καταφέρειν.