Ancient Greek · ~1 min
Chapter 47
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 47.1
Not analysed yet
Λέγουσι δὲ καὶ ἐν Πιερίᾳ τῆς Μακεδονίας ἄσημόν τι χρυσίον κατορωρυγμένον ὑπὸ τῶν ἀρχαίων βασιλέων, χασμάτων τεττάρων ὄντων, ἐξ ἑνὸς αὐτῶν ἀναφῦναι χρυσίον τὸ μέγεθος σπιθαμιαῖον.