Ancient Greek · ~2 min
Chapter 48
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 48.1
Not analysed yet
Λέγεται δὲ ἰδιαιτάτην εἶναι γένεσιν σιδήρου τοῦ Χαλυβικοῦ καὶ τοῦ Ἀμισηνοῦ. Συμφύεται γάρ, ὥς γε λέγουσιν, ἐκ τῆς ἄμμου τῆς καταφερομένης ἐκ τῶν ποταμῶν. Ταύτην δ᾽ οἱ μὲν ἁπλῶς φασὶ πλύναντας καμινεύειν, οἱ δὲ τὴν ὑπόστασιν τὴν γενομένην ἐκ τῆς πλύσεως πολλάκις πλυθεῖσαν συγκαίειν, παρεμβάλλειν δὲ τὸν πυρίμαχον καλούμενον λίθον· εἶναι δ᾽ ἐν τῇ χώρᾳ πολύν. Οὖτος δ᾽ ὁ σίδηρος πολὺ τῶν ἄλλων γίνεται καλλίων. Εἰ δὲ μὴ ἐν μιᾷ καμίνῳ ἐκαίετο, οὐδὲν ἄν, ὡς ἔοικε, διέφερε τἀργυρίου. Μόνον δέ φασιν αὐτὸν ἀνίωτον εἶναι, οὐ πολὺν δὲ γίνεσθαι.