Ancient Greek
Book 2, Section 1
Aristotle, Οἰκονομικά 2.1.1
Not analysed yet
τὸν οἰκονομεῖν μέλλοντά τι κατὰ τρόπον τῶν τε τόπων, περὶ οὓς ἂν πραγματεύηται, μὴ ἀπείρως ἔχειν, καὶ τῇ φύσει εὐφυῆ εἶναι καὶ τῇ προαιρέσει φιλόπονόν τε καὶ δίκαιον· ὅ τι γὰρ ἂν ἀπῇ τούτων τῶν μερῶν, πολλὰ διαμαρτήσεται περὶ τὴν πραγματείαν ἣν μεταχειρίζεται. οἰκονομίαι δέ εἰσι τέσσαρες, ὡς ἐν τύπῳ διελέσθαι ʽτὰς γὰρ ἄλλας εἰς τοῦτο ἐμπιπτούσας εὑρήσομεν̓, βασιλική σατραπική πολιτική ἰδιωτική.