Ancient Greek · ~2 min
Book 2, Section 1
Aristotle, Οἰκονομικά 2.1.2
Not analysed yet
τούτων δὲ μεγίστη μὲν καὶ ἁπλουστάτη ἡ βασιλική, ,ποικιλωτάτη δὲ καὶ ῥᾴστη ἡ πολιτική, ἐλαχίστη δὲ καὶ ποικιλωτάτη ἡ ἰδιωτική. ἐπικοινωνεῖν μὲν τὰ πολλὰ ἀλλήλαις ἀναγκαῖόν ἐστιν· ὅσα δὲ μάλιστα διʼ αὐτῶν ἑκάστῃ συμβαίνει, ταῦτα ἐπισκεπτέον ἡμῖν ἐστιν. πρῶτον μὲν τοίνυν τὴν βασιλικὴν ἴδωμεν. ἔστι δὲ αὕτη δυναμένη μὲν τὸ καθόλου,εἴδη δὲ ἔχουσα τέσσαρα· περὶ νόμισμα, περὶ τὰ ἐξαγώγιμα, περὶ τὰ εἰσαγώγιμα, περὶ τὰ ἀναλώματα.