Ancient Greek · ~6 min
Book 2, Section 2
Aristotle, Οἰκονομικά 2.2.23
Not analysed yet
Τιμόθεος Ἀθηναῖος πολεμῶν πρὸς Ὀλυνθίους καὶ ἀπορούμενος ἀργυρίου, κόψας χαλκὸν διεδίδου τοῖς στρατιώταις. ἀγανακτούντων δὲ τῶν στρατιωτῶν ἔφη αὐτοῖς τοὺς ἐμπόρους τε καὶ ἀγοραίους ἅπαντα ὡσαύτως πωλήσειν. τοῖς δʼ ἐμπόροις προεῖπεν, ὃν ἄν τις λάβῃ χαλκόν, τούτου πάλιν ἀγοράζειν τά τʼ ἐκ τῆς χώρας ὤνια καὶ τὰ ἐκ τῶν λειῶν ἀγόμενα· ὃς δʼ ἂν περιλειφθῇ αὐτοῖς χαλκός, πρὸς αὐτὸν ἀναφέροντας ἀργύριον λαμβάνειν. περὶ Κέρκυραν δὲ πολεμῶν καὶ ἀπόρως διακείμενος καὶ τῶν στρατιωτῶν αἰτούντων τοὺς μισθοὺς καὶ ἀπειθούντων αὐτῷ καὶ πρὸς τοὺς ὑπεναντίους φασκόντων ἀποπορεύεσθαι, ἐκκλησίαν συναγαγὼν ἔφησεν οὐ δύνασθαι διὰ τοὺς χειμῶνας παραγενέσθαι αὑτῷ ἀργύριον, ἐπεὶ τοσαύτην εἶναι περὶ αὑτὸν εὐπορίαν, ὥστε τὴν προδεδομένην τριμήνου σιταρχίαν δωρεὰν αὐτοῖς διδόναι· οἱ δὲ ὑπολαβόντες οὐκ ἄν ποτε προέσθαι τοσαῦτα χρήματα τὸν Τιμόθεον αὐτοῖς, εἰ μὴ τῇ ἀληθείᾳ προσδόκιμα ἦν τὰ χρήματα πρὸς αὐτόν, ἡσυχίαν εἶχον ὑπὲρ τῶν μισθῶν ἕως ἐκεῖνος διῳκήσατο ἃ ἐβούλετο. Σάμον δὲ πολιορκῶν τοὺς καρποὺς καὶ τὰ ἐπὶ τῶν ἀγρῶν ἀπεδίδοτο αὐτοῖς τοῖς Σαμίοις, ὥστε εὐπόρησε χρημάτων εἰς μισθοὺς τοῖς στρατιώταις. τῶν τε ἐπιτηδείων ἐπεὶ σπάνις ἦν ἐν τῷ στρατοπέδῳ διὰ τοὺς ἀφικνουμένους, ἀπηγόρευσε μὴ πωλεῖν σῖτον ἀληλεσμένον μηδὲ μέτρον ἔλασσον ἢ μέδιμνον, μηδὲ τῶν ὑγρῶν μηθὲν ἔλαττον ἢ μετρητήν. οἱ μὲν οὖν ταξίαρχοί τε καὶ λοχαγοὶ ἀγοράζοντες ἀθρόα διεδίδοσαν τοῖς στρατιώταις, οἱ δὲ εἰσαφικνούμενοι ἦγον αὑτοῖς τὰ ἐπιτήδεια· ὁπότε δὲ ἀπαλλάττοιντο, εἴ τι περίλοιπον εἴη αὐτοῖς, ἐπώλουν. ὥστε συνέβαινεν εὐπορεῖσθαι τοὺς στρατιώτας τῶν ἐπιτηδείων.