Ancient Greek · ~4 min
Book 2, Section 2
Aristotle, Οἰκονομικά 2.2.24
Not analysed yet
Διδάλης Πέρσης ἔχων στρατιώτας τὰ μὲν καθʼ ἡμέραν πορίζειν ἐδύνατο ἐκ τῆς πολεμίας αὐτοῖς, νόμισμα δὲ οὐκ ἔχων διδόναι, ἀπαιτούμενος δέ, χρόνου γενομένου οὗ ὤφειλε, τεχνάζει τοιόνδε. ἐκκλησίαν συναγαγὼν ἔφη οὐκ ἀπορεῖσθαι χρημάτων, ἀλλʼ εἶναι αὑτῷ ἐν χωρίῳ τινί, λέγων ἐν ᾧ εἴη. καὶ ἀναζεύξας ἐβάδιζεν ἐπʼ αὐτό· εἶτα, ὡς ἐγγὺς τοῦ χωρίου ἐγένετο, προελθὼν εἰς αὐτὸ ἔλαβεν ἐκ τῶν ἐνόντων ἱερῶν ὅσος ἐνῆν κοῖλος ἄργυρος· εἶτʼ ἐπισκευάσας τὰς ἡμιόνους ὡς ἀγούσας ἀργύριον παραφαινούσας τε ταῦτα ἐβάδιζεν. ἰδόντες δὲ οἱ στρατιῶται καὶ νομίσαντες ἅπαντα εἶναι ἄργυρον τὰ ἀγόμενα, ἐθάρρησαν ὡς κομιούμενοι τὸν μισθόν. ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἐλθόντας ἐπισημήνασθαι· ἦν δʼ εἰς τὴν Ἀμισὸν ὁδὸς πολλῶν τε ἡμερῶν καὶ χειμέριος· τὸν δὴ χρόνον τοῦτον ἀπεχρᾶτο τῷ στρατοπέδῳ τὰ ἐπιτήδεια μόνον διδούς. τούς τε τεχνίτας τοὺς ἐν τῷ στρατοπέδῳ αὐτὸς εἶχε καὶ τοὺς καπήλους τοὺς μεταβαλλομένους τι· ἄλλῳ δὲ οὐκ ἦν οὐθενὶ οὐθὲν τούτων ποιεῖν.