Ancient Greek · ~2 min
Book 2, Section 2
Aristotle, Οἰκονομικά 2.2.40
Not analysed yet
Σταβέλβιος ὁ Μυσῶν στρατιώταις μισθὸν συγκαλέσας ἔφησεν αὑτῷ τῶν μὲν ἰδιωτῶν οὐδεμίαν χρείαν εἶναι, τῶν δὲ ἡγεμόνων, ὅταν δὲ δέηται στρατιωτῶν, ἐκείνων ἑκάστῳ δοὺς ἀργύριον ἀποστέλλειν ἐπὶ ξενολογίαν, τούς τε μισθοὺς οὓς δεῖ ἐκείνοις δοῦναι, τοῖς ἡγεμόσιν ἂν ἥδιον διδόναι· ἐκέλευεν οὖν αὐτοὺς ἀποστέλλειν ἕκαστον τοὺς αὑτῶν καταλόγους ἐκ τῆς χώρας. τῶν δὲ ἡγεμόνων ὑπολαβόντων χρηματισμὸν αὑτοῖς ἔσεσθαι, ἀπέστειλαν τοὺς στρατιώτας, καθάπερ ἐκεῖνος προσέταξε. διαλιπὼν δὲ ὀλίγον χρόνον καὶ συναγαγὼν αὐτοὺς οὔτε αὐλητὴν ἄνευ χοροῦ οὔτε ἡγεμόνας ἄνευ ἰδιωτῶν οὐδὲν ἔφη χρησίμους εἶναι· ἐκέλευεν οὖν αὐτοὺς ἀπαλλάττεσθαι ἐκ τῆς χώρας.