Ancient Greek · ~1 min
Book 2, Section 2
Aristotle, Οἰκονομικά 2.2.41
Not analysed yet
Διονύσιος τά ἱερὰ περιπορευόμενος, εἰ μὲν τράπεζαν ἴδοι παρακειμένην χρυσῆν ἢ ἀργυρᾶν, ἀγαθοῦ δαίμονος κελεύσας ἐγχέαι ἐκέλευεν ἀφαιρεῖν, ὅσα δὲ τῶν ἀγαλμάτων φιάλην εἶχε προτετακότα, εἴπας ἂν ὅτι δέχομαι, ἐξαιρεῖν ἐκέλευε. τά θʼ ἱμάτια τά τε χρυσᾶ καὶ τοὺς στεφάνους τοὺς περιῄρει τῶν ἀγαλμάτων φάσκων αὐτὸς καὶ κουφότερα καὶ εὐωδέστερα δοῦναι· εἶτα ἱμάτια μὲν λευκά, στεφάνους δὲ λευκοΐνους περιετίθει.