Ancient Greek · ~4 min
3.13 to 3.16
Aristotle, Φυσιογνωμονικά 3.13-16
Not analysed yet
Μικροψύχου σημεῖα. Μικρομελής, μικρογλάφυρος,ἰσχνός, μικρόμματος καὶ μικροπρόσωπος, οἷος ἂν εἴη Κορίνθιος ἢ Λευκάδιος, Φιλόκυβοι γαλεαγκῶνες καὶ ὀρχησταί. Φιλολοίδοροι οἷς τὸ ἄνω χεῖλος μετέωρον· καὶ τὰ εἴδη προπετεῖς, ἐπίπυρροι. Ἐλεήμονες ὅσοι γλαφυροὶ καὶ λευκόχροοι καὶ λιπαρόμματοι καὶ τὰ ῥινία ἄνωθεν διεξυσμένοι, καὶ ἀεὶ δακρύουσιν. Οἱ αὐτοὶ οὗτοι καὶ φιλογύναιοι καὶ θηλυγόνοι καὶ περὶ τὰ ἤθη ἐρωτικοὶ καὶ ἀειμνήμονες καὶ εὐφυεῖς καὶ ἕνθερμοι. Τούτων δὲ σημεῖα εἴρηται. Ἐλεήμων ὁ σοφὸς καὶ δειλὸς καὶ κόσμιος, ἀνελέητος ἀμαθὴς καὶ ἀναιδής. Ἀγαθοὶ φαγεῖν οἷς τὸ ἀπὸ τοῦ ὀμφαλοῦ πρὸς στῆθος μεῖζόν ἐστιν ἢ τὸ ἐντεῦθεν πρὸς τὸν αὐχένα. Λάγνου σημεῖα. Λευκόχρως καὶ δασὺς εὐθείαις θριξὶ καὶ παχείαις καὶ μελαίναις· καὶ οἱ κρόταφοι δασεῖς εὐθείαις θριξί· λιπαρὸν τὸ ὀμμάτιον καὶ μάργον. Φίλυπνοι οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ γυπώδεις καὶ θερμοί, εὐεκτικὴν σάρκα ἔχοντες, καὶ γλαφυροὶ τὰ εἴδη, καὶ δασεῖς τὰ περὶ τὴν κοιλίαν. Μνήμονες οἱ τὰ ἄνω ἐλάττονα ἔχοντες καὶ γλαφυρὰ καὶ σαρκωδέστερα.