Ancient Greek · ~7 min
3.5 to 3.12
Aristotle, Φυσιογνωμονικά 3.5-12
Not analysed yet
Ἀναιδοῦς σημεῖα ὀμμάτιον ἀνεπτυγμένον καὶ λαμπρόν, βλέφαρα ὕφαιμα καὶ παχέα· μικρὸν ἔγκυρτος· ὠμοπλάται ἄνω ἐπῃρμέναι· τῷ σχήματι μὴ ὀρθὸς ἀλλὰ μικρῷ προπετέστερος, ἐν ταῖς κινήσεσιν ὀξύς, ἐπίπυρρος τὸ σῶμα· τὸ χρῶμα ὕφαιμον· στρογγυλοπρόσωπος· τὸ στῆθος ἀνεσπασμένον. Κοσμίου σημεῖα. Ἐν ταῖς κινήσεσι βραδύς, καὶ διάλεκτος βραδεῖα καὶ φωνὴ πνευματώδης καὶ ἀσμενής, ὀμμάτιον ἀλαμπὲς μέλαν καὶ μήτε λίαν ἀνεπτυγμένον μήτε παντάπασι συμμεμυκός, σκαρδαμυκτικὸν βραδέως· τὰ μὲν γὰρ ταχέως σκαρδαμύττοντα τῶν ὀμμάτων τὰ μὲν δειλὸν τὰ δὲ θερμὸν σημαίνει. Εὐθύμου σημεῖα μέτωπον εὐμέγεθες καὶ σαρκῶδες καὶ λεῖον, τὰ περὶ τὰ ὄμματα ταπεινότερα. Καὶ ὑπνωδέστερον τὸ πρόσωπον φαίνεται, μήτε δεδορκὸς μὴτε σύννουν. Ἔν τε ταῖς κινήσεσι βραδὺς ἔστω καὶ ἀνειμένος· τῷ σχήματι καὶ τῷ ἤθει τῷ ἐπὶ τοῦ προσώπου μὴ ἐπισπερχὴς ἀλλὰ ἀγαθὸς φαινέσθω. Ἀθύμου σημεῖα. Τὰ ῥυτιδώδη τῶν προσώπων καὶ ἰσχνὰ ὄμματα κατακεκλασμένα, ἅμα δὲ καὶ τὰ κεκλασμένα τῶν ὀμμάτων, δύο σημαίνει, τὸ μὲν μαλακὸν καὶ θῆλυ, τὸ δὲ κατηφὲς καὶ ἄθυμον. Ἐν τῷ σχήματι ταπεινὸς καὶ ταῖς κινήσεσιν ἀπηγορευκώς. Κιναίδου σημεῖα ὄμμα κατακεκλασμένον, γονύκροτος· ἐγκλίσεις τῆς κεφαλῆς εἰς τὰ δεξιά· αἱ φοραὶ τῶν χειρῶν ὕπτιαι καὶ ἔκλυτοι, καὶ βαδίσεις διτταί, ἡ μὲν περινεύοντος, ἡ δὲ κρατοῦντος τὴν ὀσφύν· καὶ τῶν ὀμμάτων περιβλέψεις, οἷος ἂν εἴη Διονύσιος ὁ σοφιστής. Πικροῦ σημεῖα τὸ πρόσωπον σεσηρός· μελανόχρως, ἰσχνός· τὰ περὶ τὸ πρόσωπον διεξυσμένα, τὸ πρόσωπον ῥυτιδώδες ἄσαρκον· εὐθύθριξ καὶ μελάνθριξ. Θυμώδους σημεῖα. Ὀρθὸς τὸ σῶμα, τῷ σχήματι εὔπλευρος, εὔθυμος, ἐπίπυρρος· ὠμοπλάται διεστηκυῖαι καὶ μεγάλαι καὶ πλατεῖαι· ἀκρωτήρια μεγάλα καὶ ἐγκρατῆ· λεῖος καὶ περὶ τὰ στήθη καὶ περὶ βουβῶνας, εὐπώγων· εὐαυξὴς ὁ περίδρομος τῶν τριχῶν, κάτω κατεληλυθώς. Πραέος σημεῖα. Ἰσχυρὸς τὸ εἶδος, εὔσαρκος· ὑγρὰ σὰρξ καὶ πολλή· εὐμεγέθης καὶ σύμμετρος· ὕπτιος τῷ σχήματι· ὁ περίδρομος τῶν τριχῶν ἀνεσπασμένος. Εἴρωνος σημεῖα πίονα τὰ περὶ τὸ πρόσωπον, καὶ τὰ περὶ τὰ ὄμματα ῥυτιδώδη· ὑπνῶδες τὸ πρόσωπον τῷ ἤθεῖ φαίνεται.