Ancient Greek · ~6 min
1 to 6
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 1-14-6
Not analysed yet
Διὰ τί θηριώδεις τὰ ἔθη καὶ τὰς ὄψεις οἱ ἐν ταῖς ὑπερβολαῖς ὄντες ἢ ψύχους ἢ καύματος; ἢ διὰ τὸ αὐτό; ἡ γὰρ ἀρίστη κρᾶσις καὶ τῇ διανοίᾳ συμφέρει, αἱ δὲ ὑπερβολαὶ ἐξιστᾶσιν, καὶ ὥσπερ τὸ σῶμα διαστρέφουσιν, οὕτω καὶ τὴν τῆς διανοίας κρᾶσιν. Διὰ τί ἐν τῷ Πόντῳ ὁ σῖτος ἐαθεὶς ἐν τῷ ψύχει πολλὰ ἔτη γίνεται ἄκοπος; ἢ ὅτι ἐξικμάζεται τὸ ἀλλότριον ὑγρὸν μετὰ τοῦ θερμοῦ, ὥσπερ ἐν ταῖς σταφυλαῖς; ἔνια μὲν γὰρ ὑπὸ τοῦ ψυχροῦ, ἔνια δὲ ἅμα τῷ θερμῷ. Διὰ τί ἐν τῇ ψυχροτάτῃ ὥρᾳ οἱ καῦσοι μᾶλλον γίνονται; ἢ διότι ἀντιπεριίστησι τὸ ψῦχος εἴσω τὴν θερμότητα; ἐν δὲ τῷ θέρει τοὐναντίον συμβαίνει, τὰ εἴσω ψυχρότερα. ὁ δὲ καῦσος πυρετὸς τῶν ἔξω κατεψυγμένων τὰ ἔσω θερμότητι ὑπερβάλλει. Διὰ τί οἱ Αἰθίοπες καὶ οἱ Αἰγύπτιοι βλαισοί εἰσιν; ἢ διότι ὑπὸ θερμοῦ, ὥσπερ καὶ τὰ ξύλα διαστρέφεται ξηραινόμενα, οὕτω καὶ τὰ τῶν ζῴων σώματα; δηλοῦσι δὲ καὶ αἱ τρίχες· οὐλοτέρας γὰρ ἔχουσιν, ἡ δὲ οὐλότης ἐστὶν ὥσπερ βλαισότης τῶν τριχῶν. Διὰ τί ἐν τοῖς νοτίοις μᾶλλον θηλυτοκοῦσιν αἱ ὀχεῖαι; ἢ ὅτι τὸ πλεῖον ὑγρὸν βραδύτερον παχύνεται; ἐν δὲ τοῖς νοτίοις διὰ τὴν ὑγρότητα τῆς κράσεως ὑγρότερον τὸ σπέρμα γίνεται. Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις; ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ὑποχωρεῖ; τὰ μὲν οὖν ἄνω εὔπεπτα διὰ τὸ ὑποκεχωρηκέναι εἰς τὸ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει τῆς περιττώσεως καὶ εὐσήπτου.