Ancient Greek · ~2 min
1 to 2
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 1-2-2
Not analysed yet
Διὰ τί οὔτε συντείνουσιν οὔτε κατέχουσι τὸ πνεῦμα γίνεται ἱδρώς, ἀλλὰ μᾶλλον ἀνιεῖσιν; ἢ ὅτι τὸ πνεῦμα κατεχόμενον πληροῖ τὰς φλέβας, ὥστε κωλύει ἐξιέναι, ὥσπερ τὸ ὕδωρ τὸ ἐκ τῶν κλεψυδρῶν, ὅταν πλήρεις οὔσας ἐπιλάβῃ τις. ὅταν δὲ ἐξέλθῃ, πολὺς γίνεται διὰ τὸ ἐν αὐτῇ ἐπιληψίᾳ ἀθροισθῆναι κατὰ μικρόν. Διὰ τί οὐχ ἱδροῦσι τὰ ἐν θερμῷ ὕδατι μέρη, οὐδ’ ἂν θερμὰ ᾖ; ἢ διότι κωλύει τὸ ὕδωρ τήκεσθαι, ὁ δὲ ἱδρὼς τὸ κακῶς προσῳκοδομημένον ἐστὶν ἐν τῇ σαρκί, ὃ κωλύει τήκεσθαι, ὅταν ἐκκρίνηται διὰ θερμότητα.