Ancient Greek · ~1 min
Ζ. ΟΣΑ ΕΚ ΣΥΜΠΑΘΕΙΑΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 1-7
Not analysed yet
Διὰ τί τοῖς χασμωμένοις ἀντιχασμῶνται ὡς ἐπὶ τὸ πολύ; ἢ διότι, ἐὰν ἀναμνησθῶσιν ὀργῶντες, ἐνεργοῦσιν, μάλιστα δὲ τὰ εὐκίνητα, οἷον οὐροῦσιν. ἡ δὲ χάσμη πνεῦμα καὶ ὑγροῦ κίνησίς ἐστιν. πρόχειρον οὖν, ἐὰν μόνον νοήσῃ· ἔστι γὰρ πλησίον.