Ancient Greek
10 to 11
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 10-19-11
Not analysed yet
Διὰ τί, ὅσοι τὴν διὰ χειρὸς τομὴν ἔχουσι δι’ ὅλης, μακροβιώτατοι; ἢ διότι τὰ ἄναρθρα βραχύβια καὶ ἀσθενῆ; σημεῖον δὲ τῆς μὲν ἀσθενείας τὰ νέα, τῆς δὲ βραχυβιότητος τὰ ἔνυγρα. δῆλον ἄρα ὅτι τὰ ἠρθρωμένα τοὐναντίον. τοιαῦτα δέ, ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται. τῆς δὲ χειρὸς τὸ ἔσω ἀναρθρότατον. Διὰ τί ἐν τῷ μακρὸν ἀναπνεῖν ἑλκόντων μὲν εἴσω τὸ πνεῦμα συμπίπτει ἡ κοιλία, ἐκπνεόντων δὲ πληροῦται; πιθανὸν δ’ ἐστὶ τοὐναντίον συμβαίνειν. ἢ ὅτι τῶν μὲν ἀναπνεόντων συμπιεζουμένη ταῖς πλευραῖς κάτω, καθάπερ αἱ φῦσαι, προσογκεῖν φαίνεται;