Ancient Greek · ~2 min
Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 13-4
Not analysed yet
Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν μᾶλλον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα; πότερον διὰ τὸ ψυχρότερον εἶναι τὸν ἀεὶ προσπίπτοντα ἀέρα, ὅσῳ ἂν ἐλάττω χρόνον ἅπτηται τοῦ σώματος, ὅπερ ἐπὶ τῶν γυμνῶν θεόντων συμβαίνει; τὸ δὲ ψῦχος δάκρυον ποιεῖ. ἢ διὰ τοὐναντίον; καὶ γὰρ τὸ θερμὸν ποιεῖ δακρύειν, οἷον ὁ ἥλιος· ἡ δὲ κίνησις θερμότητα ποιεῖ. ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν; ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτως ὁ ἀὴρ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν.