Ancient Greek · ~4 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 14-10
Not analysed yet
Διὰ τί, ἐάν τις σικύους ἢ κολοκύνθας περὶ φρέαρ φυτεύσας, ὅταν ὡραῖοι ὦσι, καθεὶς εἰς τὸ φρέαρ ἀποστεγάσῃ, γίνονται δι’ ἔτους χλωροί; ἢ διότι ἥ τε ἀπὸ τοῦ ὕδατος ἀτμὶς ψύχουσα κωλύει ξηραίνεσθαι καὶ παρέχει θάλλοντα, καὶ τὸ ἀποστέγειν τούτους καὶ τὰ πνεύματα τρέφει τὰ ηὐξημένα; τοῦ δὲ διαμένειν αἴτιον τὸ ἔχειν τροφὴν ἐωμένων τῶν ῥιζῶν. καὶ γὰρ ἐάν τις ἀφελὼν τὴν βλάστην, ὅταν καρποφορήσωσι, καὶ ἀποτεμὼν περισάξῃ καὶ καταπατήσῃ τὴν γῆν περὶ τὰς ῥίζας, πρωΐμους οἴσει σικύους, ὡς δυναμένων σώζεσθαι τῶν ῥιζῶν· οὐ γὰρ ἔσται σίκυος τῶν προετείων. θᾶττον δὲ αὐτοὶ τῶν σπειρομένων οἴσουσι καρπὸν διὰ τὸ πολὺ προϋπάρχειν τοῦ ἔργου τῇ φύσει τὰς ῥίζας, τοῖς δὲ σπειρομένοις δεῖν γίνεσθαι τοῦτο πρῶτον, ἐν ᾗ περισάξεις ἀλέαν ποιεῖν, ὥστε σώζεσθαι καὶ θᾶττον ἐνιέναι βλαστόν. διὸ καὶ ἐάν τις χειμῶνος φυτεύσῃ σπέρμα σικύου ἐν ταλαρίσκοις καὶ ἄρδηται θερμῷ καὶ εἰς τὸν ἥλιον ἐκφέρῃ καὶ παρὰ πυρὶ τιθῇ, πρώϊμοι σφόδρα ἔσονται, ἐὰν ὡς ἔχει ἐν τοῖς ταλάροις εἰς τὴν ἱκνουμένην ὥραν εἰς τὴν γῆν φυτεύσῃ.