Ancient Greek · ~3 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 15-7
Not analysed yet
Διὰ τί ἐλάχιστον διάστημα τῶν ὀμμάτων ὁ ἄνθρωπος ἔχει τῶν ζῴων κατὰ μέγεθος; ἢ διότι μάλιστα κατὰ φύσιν ἔχει τῶν ἄλλων, ἡ δὲ αἴσθησις φύσει τὸ ἔμπροσθεν· ἐφ’ ὃ γὰρ ἡ κίνησις, τοῦτο δεῖ προορᾶν. ὅσῳ δ’ ἂν ᾖ πλεῖον τὸ διάστημα τῶν ὀμμάτων, τοσούτῳ μᾶλλον αἱ ὄψεις ἔσονται ἐν τῷ πλαγίῳ. εἰ οὖν ἔχειν δεῖ κατὰ φύσιν, ὅτι ὀλίγιστον δεῖ τὸ διάστημα εἶναι· οὕτω γὰρ εἰς τὸ πρόσθεν μάλιστα πορεύσεται. ἔτι δὲ τοῖς ἄλλοις ζῴοις, ἐπεὶ χεῖρας οὐκ ἔχουσιν, ἀναγκαῖον παρορᾶν εἰς τὰ πλάγια. διὸ πλεῖον διέστηκεν τὰ ὄμματα αὐτῶν, καὶ μάλιστα τῶν προβάτων, διὰ τὸ μάλιστα ποιεῖσθαι τὴν πορείαν κύπτοντα.