Ancient Greek · ~1 min
ΛΓ. ΟΣΑ ΠΕΡΙ ΜΥΚΤΗΡΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 16-13
Not analysed yet
Διὰ τί πτάραντες καὶ οὐρήσαντες φρίττουσιν; ἢ ὅτι κενοῦνται αἱ φλέβες ἀμφοτέροις τούτοις τοῦ πρότερον ἐνυπάρχοντος ἀέρος θερμοῦ, κενωθέντων δὲ ἄλλος ἀὴρ ἔξωθεν εἰσέρχεται ψυχρότερος τοῦ προϋπάρχοντος ἐν ταῖς φλεψίν· τοιοῦτος δ’ εἰσιὼν ποιεῖ φρίττειν.