Ancient Greek · ~2 min
16 to 17
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 16-3-17
Not analysed yet
Διὰ τί ἡ λαγνεία πρὸς νοσήματ’ ἔνια τῶν ἀπὸ φλέγματος συμφέρει; ἢ ὅτι περιττώματός ἐστιν ἔξοδος, ὥστε συνεκκρίνεται πολλὴ περίττωσις; τὸ δὲ φλέγμα περίττωμα. Διὰ τί τὰ ἀφροδίσια τὴν κοιλίαν ψύχει καὶ ξηραίνει; ἢ ψύχει μέν, ὅτι ἐκκρίνεται τὸ θερμὸν ἐν τῇ μίξει; ξηραινει δὲ καὶ ἡ μῖξις· ἐξατμίζεται γὰρ τοῦ θερμοῦ ἐξιόντος, ἐξέρχεται δὲ ψυχομένου. ἔτι καὶ ἡ θερμότης ἐν τῇ ὁμιλίᾳ ξηραίνει.