Ancient Greek
Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 17-4
Not analysed yet
Διὰ τί ἐν τῷ τροχάζειν ἐκπνευματοῦσθαι δοκεῖ ἡμῖν ὁ ἀήρ; πότερον ὅτι κινούμενοι διὰ τοῦ τροχάζειν τὸν συνεχῆ τοῖς σώμασιν ἡμῶν ἀέρα κινοῦμεν, ὅ ἐστι πνεῦμα; διόπερ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ἐκπνευματοῦται ὁ ἀήρ; ἢ διότι τροχάζοντες προσκόπτομεν τῷ ἀέρι, τούτου δὲ συμβαίνοντος μᾶλλον αἴσθησιν λαμβάνομεν τοῦ ἀέρος διὰ τῆς κινήσεως; εἰκότως οὖν ἡμῖν ἐκπνευματοῦσθαι δοκεῖ· τοῦτο γὰρ συμβαίνει διὰ τὴν φοράν.