Ancient Greek
IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 17-6
Not analysed yet
Διὰ τί αἱ φωναὶ βαρύτεραι ἡμῖν εἰσὶ τοῦ χειμῶνος; ἢ ὅτι παχύτερος ὁ ἀήρ ἐστι τότε, καὶ ὁ ἐν ἡμῖν καὶ ὁ ἐκτός; παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις γίνεται, ὥστε ἡ φωνὴ βαρυτέρα. ἔτι ὑπνωτικώτεροί ἐσμεν τοῦ χειμῶνος ἢ τοῦ θέρους, καὶ καθεύδομεν πλείω χρόνον· ἐκ δὲ τῶν ὕπνων βαρύτεροί ἐσμεν. ἐν ᾧ οὖν πλείονα χρόνον καθεύδομεν ἢ ἐγρηγόραμεν (οὗτος δέ ἐστιν ὁ χειμών), ἐν τούτῳ ἂν εἴημεν βαρυφωνότεροι ἢ ἐν ιὧ τοὐναντίον. τοῦ γὰρ μεταξὺ τῆς ἐγέρσεως ὄντος ὀλίγου χρόνου, ἡ ἐν τῷ ὕπνῳ ἕξις γινομένη διαμένει πρὸς τὴν καθύπνωσιν.