Ancient Greek · ~3 min
18 to 20
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 18-11-20
Not analysed yet
Διὰ τί κουφότερον τὸ φύραμα γίνεται ἢ ἄμφω, τό τε ὑγρὸν καὶ τὸ ἄλφιτον; πότερον ὅτι μιγνυμένων πνεῦμα συγκατακλείεται; ἢ ὅτι ὑπὸ τοῦ θερμοῦ τοῦ ἐν τοῖς ἀλφίτοις ἐξατμίζεται τοῦ ὕδατος, ὥστε ἔλαττον γίνεται τὸ μεμιγμένον; ὁ δὲ ἀήρ, εἰ καὶ μίγνυται, οὐθὲν ἂν κουφότερον ποιοῖ· ἔχει γὰρ βάρος καὶ ὁ ἀὴρ ἐν τῷ ἀέρι. Διὰ τί μετὰ τοῦ ἀλφίτου πινόμενον τὸ γάλα καὶ ὁ γλυκὺς φαίνεται γλυκύτερα; πότερον οὖν παρὰ τὸ μὴ γλυκὺ μᾶλλον φαίνεται; τὸ γὰρ ἄλφιτον οὐ γλυκύ. ἢ ὅτι ἐνδιατρίβει τὸ ἄλφιτον ἔχον γλυκύτητα, ὥστε πλείονι χρόνῳ ἡ αἴσθησις. Διὰ τί ἧττον ἄκρατον φαίνεται τὸ αὐτὸ πόμα μετὰ τοῦ ἀλφίτου πινόμενον; πότερον ἢ ὅτι κεράννυσιν ἄλλο ἔχον μετ’ ἄλλου; ἢ ὅτι ἀντιφράττει τῷ πόματι καὶ ἀφανίζει, ἀντισπῶν εἰς αὑτό;