Ancient Greek · ~2 min
18 to 19
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 18-12-19
Not analysed yet
Διὰ τί τὰ ὅλα τῶν θερμῶν ὑδάτων ἁλμυρά; ἢ διότι τὰ πολλὰ διὰ γῆς ἠθεῖται στυπτηριώδους (δηλοῖ δὲ ἡ ὀσμὴ αὐτῶν) κεκαυμένης δέ; ἡ δὲ τέφρα πάντων ἁλμυρὰ καὶ θείου ὄζει. διὸ καὶ συγκάει οὕτως ὥσπερ ὁ κεραυνός. πολλὰ οὖν θερμά ἐστιν ἀπὸ ἐπισημάνσεως κεραυνῶν. Διὰ τί τὰ θερμὰ λουτρὰ ἱερά; ἢ ὅτι ἀπὸ τῶν ἱερωτάτων γίνονται, θείου καὶ κεραυνοῦ;