Ancient Greek
19 to 20
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 19-6-20
Not analysed yet
Διὰ τί ἡ γλῶττα οὐδενὸς πιερὰ τῶν ζῴων; ἢ ὅτι τὸ πῖον πυκνόν, ἡ δὲ γλῶττα ἀραιὰ φύσει ἐστίν, ὅπως τοὺς χυμοὺς γνωρίζῃ; Διὰ τί τὰ θήλεα συντάσει οὐρεῖ, τὰ δὲ ἄρρενα οὔ; ἢ ὅτι πορρώτερόν ἐστιν ἡ κύστις ἡ τῶν θηλειῶν, καὶ εἰς βάθος καὶ μῆκος; μεταξὺ γὰρ αὐτῶν ἡ μήτρα τῆς ἕδρας καὶ τῆς κύστεως. ὥστε δεῖται βίας πλείονος τὸ ἐκπεμπόμενον διά γε τὴν ἀπόστασιν τῆς μήτρας. βιάζεται δὲ συντεῖνον τῷ πνεύματι.