Ancient Greek · ~1 min
ΙΗ. ΟΣΑ ΠΕΡΙ ΘΙΛΟΛΟΓΙΑΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 2-11
Not analysed yet
Διὰ τί οἱ ἐριστικοὶ λόγοι γυμναστικοί εἰσιν; ἢ ὅτι ἔχουσι τὸ νικᾶν ἢ ἡττᾶσθαι πυκνόν. φιλονείκους οὖν εὐθὺς ποιοῦσιν· καὶ γὰρ νικῶντες διὰ τὸ χαίρειν προάγονται μᾶλλον ἐρίζειν καὶ ἡττώμενοι ὡς ἀναμαχούμενοι. καὶ οἱ ἐν τοῖς ἄλλοις ἀγῶσι ταὐτό· διὸ καὶ μαχόμενοι καὶ ἥττους ὄντες πολλάκις οὐ βούλονται διαλύεσθαι.