Ancient Greek
2 to 3
Aristotle, Problemata 2-20-3
Not analysed yet
Διὰ τί κατ’ ἐνίας μὲν τῶν ἐπιστημῶν ἕξιν ἔχειν λέγομεν, κατ’ ἐνίας δὲ οὔ; ἢ καθ’ ὅσας εὑρετικοί ἐσμεν, ἕξιν ἔχειν λεγόμεθα; τὸ γὰρ εὑρίσκειν ἀπὸ ἕξεως. Διὰ τί τῶν ζῴων ὁ ἄνθρωπος φρονιμώτατον; πότερον ὅτι μικροκεφαλώτατον κατὰ λόγον τοῦ σώματος; ἢ ὅτι ἀνωμάλως ἐλάχιστον; διὰ γὰρ τοῦτο καὶ μικροκέφαλον, καὶ αὐτῶν οἱ τοιοῦτοι μᾶλλον τῶν μεγαλοκεφάλων φρονιμώτεροι.