Ancient Greek · ~2 min
ΛΒ. ΟΣΑ ΠΕΡΙ ΩΤΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 2-22
Not analysed yet
Διὰ τί τὰ ὦτα ἐν τῇ θαλάττῃ ῥήγνυται τοῖς κολυμβῶσιν; πότερον διὰ τὸ κατέχειν τὸ πνεῦμα πληρούμενον βιάζεται; ἢ εἰ τοῦτ’ αἴτιον, ἔδει καὶ ἐν τῷ ἀέρι. ἢ ὅτι μὴ ὑπεῖκον διακόπτεται θᾶττον, καὶ ὑπὸ σκληροτέρου ἢ μαλακοῦ; τὸ οὖν πεφυσημένον ἧττον ὑπείκει. τὰ δὲ ὦτα, ὥσπερ εἴρηται, ὑπὸ τοῦ κατέχεσθαι τὸ πνεῦμα ἐμφυσᾶται, ὥστε τὸ ὕδωρ σκληρότερον ὂν τοῦ ἀέρος, προσπῖπτον διακόπτει.