Ancient Greek · ~3 min
2 to 4
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 2-23-4
Not analysed yet
Διὰ τί, ἐάν τις μέλλων πτάρνυσθαι τρίψῃ τὸν ὀφθαλμόν, ἧττον πτάρνυται; ἢ διότι τὸ ποιοῦν τὸν πταρμὸν θερμότης τίς ἐστιν, ἡ δὲ τρῖψις θερμότητα ποιεῖ, ἣ διὰ τὸ πλησίον εἶναι τῶν ὀφθαλμῶν τὸν τόπον ᾧ πτάρνυται, ἀφανίζει τὴν ἑτέραν, ὥσπερ τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος μαραινόμενον. Διὰ τί δὶς πτάρνυται ὡς ἐπὶ τὸ πολύ, καὶ οὐχ ἅπαξ ἢ πλεονάκις; ἢ διότι δύο εἰσὶ μυκτῆρες; ἑκάτερον οὖν διέσχισται τὸ φλέβιον, δι’ οὗ πνεῦμα ῥεῖ. Διὰ τί πρὸς τὸν ἥλιον βλέψαντες πτάρνυνται μᾶλλον; ἢ διότι κινεῖ θερμαίνων· καθάπερ οὖν πτεροῖς θιγγάνοντες. ἀμφότεροι γὰρ τὸ αὐτὸ ποιοῦσιν· τῇ γὰρ κινήσει θερμαίνοντες ἐκ τοῦ ὑγροῦ θᾶττον πνεῦμα ποιοῦσιν. τούτου δὲ ἡ ἔξοδος πταρμός.