Ancient Greek · ~2 min
2 to 3
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 2-24-3
Not analysed yet
Διὰ τί γαργαλίζονται τὰς μασχάλας καὶ τὰ ἐντὸς τῶν ποδῶν; ἢ διὰ τὴν λεπτότητα τοῦ δέρματος; καὶ ὧν ἀσυνήθης ἡ ἁφή, οἷον τούτων καὶ τοῦ ὠτός; Διὰ τί φρίττομεν οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντες; ἢ ὅτι οὐδ’ ἐπὶ τοῖς αὐτοῖς πάντες ἡδόμεθα, ὥσπερ οὐδὲ λυπούμεθα ἐπὶ τοῖς αὐτοῖς πάντες; ὁμοίως δὴ οὐ φρίττομεν ἐπὶ τοῖς αὐτοῖς· ἔστι γὰρ ἡ αὐτὴ κατάψυξίς τις. διὸ οἱ μὲν τοῦ ἱματίου δακνομένου φρίττουσιν, οἱ δὲ πρίονος ἀκονουμένου ἢ ἑλκομένου, οἱ δὲ κισήρεως τεμνομένης, οἱ δὲ ὄνου λίθον ἀλοῦντος.