Ancient Greek · ~2 min
ΛϚ. ΟΣΑ ΠΕΡΙ ΠΡΟΣΩΠΟΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 2-25
Not analysed yet
Διὰ τί τὸ πρόσωπον ἰδίουσι μάλιστα, ἀσαρκότατον ὄν; p. ἢ διότι εὐΐδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κεφαλὴ τοιαύτη· ὑγρότητα γὰρ οἰκείαν ἔχει πλείστην. δηλοῦσι δ’ αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι γινόμενοι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι πολλοί· σημεῖον δ’ αἱ τρίχες, ὅτι πολλοὶ πόροι εἰσὶ περαίνοντες ἔξω. οὔκουν ἐκ τῶν κάτω ὁ ἱδρώς, ἀλλ’ ἐκ τῆς κεφαλῆς γίνεται. διὸ ἰδίουσιν καὶ πρῶτον μάλιστα τὸ μέτωπον· ὑπόκειται γὰρ τὸ πρῶτον. τὸ δ’ ὑγρὸν κάτω ῥεῖ, ἀλλ’ οὐκ ἄνω.