Ancient Greek · ~2 min
ΛΗ. ΟΣΑ ΠΕΡΙ ΧΡΟΑΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 2-27
Not analysed yet
Διὰ τί οἱ ἁλιεῖς καὶ πορφυρεῖς καὶ ἁπλῶς οἱ τὴν θάλατταν ἐργαζόμενοι πυρροί εἰσιν; πότερον ὅτι ἡ θάλαττα θερμὴ καὶ αὐχμώδης ἐστὶ διὰ τὴν ἅλμην; τὸ δὲ τοιοῦτον πυρρὰς ποιεῖ τὰς τρίχας, καθάπερ ἥ τε κονία καὶ τὸ ἀρσενικόν. ἢ τὰ μὲν ἐκτὸς γίνονται θερμότεροι, τὰ δ’ ἐντὸς περιψύχονται διὰ τὸ βρεχομένων αὐτῶν ἀεὶ ξηραίνεσθαι ὑπὸ τοῦ ἡλίου τὰ πέριξ; τούτων δὲ τοῦτο πασχόντων αἱ τρίχες ξηραινόμεναι λεπτύνονται καὶ πυρροῦνται. καὶ πάντες δὲ οἱ πρὸς ἄρκτον πυρρότριχες καὶ λεπτότριχές εἰσιν.