Ancient Greek · ~3 min
2 to 5
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 2-3-5
Not analysed yet
Δὶα τί τοῖς λειποψυχοῦσιν καὶ τοῖς ἐκ τῶν γυμνασίων διαλυομένοις ἐλάττους τε οἱ ὄγκοι καὶ ὀξύτεραι δοκοῦσιν εἶναι αἱ φωναί; ἢ ὅτι αἵ τε φωναὶ ἐλάττους φαινόμεναι ὀξύτεραι φαίνονται (σημεῖον δὲ ὅτι μιμούμενοι τοὺς πόρρωθεν ὀξὺ φθέγγονται) καὶ οἱ ὄγκοι ἐλάττους; Διὰ τί ἡ γαστὴρ μόνον λεπτύνεται τῶν γυμναζομένων; ἢ ὅτι πλείστη ἡ πιμελὴ περὶ τὴν γαστέρα; Διὰ τί τὸ πῖον τετριμμένον γίνεται τοῖς πονοῦσιν; ἢ διότι τὸ πῖον τήκεται θερμαινόμενον, ἡ δὲ κίνησις θερμαίνει, ἡ δὲ σὰρξ οὐ τήκεται. Διὰ τί δὲ τὰ περὶ τὴν κοιλίαν πιότατα; πότερον ὅτι ἐγγύς ἐστι τῆς τροφῆς; ἐν ὅσῳ οὖν τἆλλα παρ’ ἐκείνης λαμβάνει, αὐτὴ πολλάκις λαμβάνει. ἢ ὅτι ἥκιστα πονεῖ καμπὰς γὰρ οὐκ ἔχει.